Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.15 Joseph. AJ 8.19 (English) >>Joseph. AJ 8.22

8.17

Σουμουίσῳ δὲ προσέταξεν οἰκίαν οἰκοδομήσαντι μένειν ἐν Ἱεροσολύμοις αὐτῷ προσεδρεύοντι καὶ μὴ διαβαίνειν τὸν χειμάρρουν Κεδρῶνα ἔχειν ἐξουσίαν, παρακούσαντι δὲ τούτων θάνατον ἔσεσθαι τὸ πρόστιμον. τῷ δὲ μεγέθει τῆς ἀπειλῆς καὶ ὅρκους αὐτῷ προσηνάγκασε ποιήσασθαι. 8.18Σουμούισος δὲ χαίρειν οἷς προσέταξεν αὐτῷ Σολόμων φήσας καὶ ταῦτα ποιήσειν προσομόσας καταλιπὼν τὴν πατρίδα τὴν διατριβὴν ἐν τοῖς Ἱεροσολύμοις ἐποιεῖτο. διελθόντων δὲ τριῶν ἐτῶν ἀκούσας δύο δούλους ἀποδράντας αὐτὸν ἐν Γίττῃ τυγχάνοντας ὥρμησεν ἐπὶ τοὺς οἰκέτας. 8.19ἐπανελθόντος δὲ μετʼ αὐτῶν βασιλεὺς αἰσθόμενος, ὡς καὶ τῶν ἐντολῶν αὐτοῦ καταφρονήσαντος καὶ τὸ μεῖζον τῶν ὅρκων τοῦ θεοῦ μηδεμίαν ποιησαμένου φροντίδα, χαλεπῶς εἶχε καὶ καλέσας αὐτόνοὐ σύ, φησίν, ὤμοσας μὴ καταλείψειν ἐμὲ μηδʼ ἐξελεύσεσθαί ποτʼ ἐκ ταύτης τῆς πόλεως εἰς ἄλλην; 8.20οὔκουν ἀποδράσῃ τὴν τῆς ἐπιορκίας δίκην, ἀλλὰ καὶ ταύτης καὶ ὧν τὸν πατέρα μου παρὰ τὴν φυγὴν ὕβρισας τιμωρήσομαί σε πονηρὸν γενόμενον, ἵνα γνῷς ὅτι κερδαίνουσι μὲν οὐδὲν οἱ κακοὶ μὴ παρʼ αὐτὰ τἀδικήματα κολασθέντες, ἀλλὰ παντὶ τῷ χρόνῳ νομίζουσιν ἀδεεῖς εἶναι μηδὲν πεπονθότες αὔξεται καὶ γίνεται μείζων κόλασις αὐτοῖς ἧς ἂν παραυτίκα πλημμελήσαντες ἔδοσαν.” καὶ Σουμούισον μὲν κελευσθεὶς Βαναίας ἀπέκτεινεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.15 Joseph. AJ 8.19 (English) >>Joseph. AJ 8.22

Powered by PhiloLogic